Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.17.1 | Hdt. 5.18.3 (English) | >>Hdt. 5.19.1 |
5.18.1
οἱ ὦν Πέρσαι οἱ πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο , αἴτεον ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βασιλέι γῆν τε καὶ ὕδωρ . ὁ δὲ ταῦτά τε ἐδίδου καὶ σφεας ἐπὶ ξείνια καλέει , παρασκευασάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς Πέρσας φιλοφρόνως .
5.18.2 ὡς δὲ ἀπὸ δείπνου ἐγένοντο , διαπίνοντες εἶπαν οἱ Πέρσαι τάδε · “ξεῖνε Μακεδών , ἡμῖν νόμος ἐστὶ τοῖσι Πέρσῃσι , ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα , τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι παρέδρους . σύ νυν , ἐπεί περ προθύμως μὲν ἐδέξαο μεγάλως δὲ ξεινίζεις , διδοῖς δὲ βασιλέι Δαρείῳ γῆν τε καὶ ὕδωρ , ἕπεο νόμῳ τῷ ἡμετέρῳ .”
5.18.3 εἶπε πρὸς ταῦτα Ἀμύντης · “ὦ Πέρσαι , νόμος μὲν ἡμῖν γε ἐστὶ οὐκ οὗτος , ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν · ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων , παρέσται ὑμῖν καὶ ταῦτα .” εἴπας τοσαῦτα ὁ Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας · αἱ δʼ ἐπείτε καλεόμεναι ἦλθον , ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι .
5.18.4 ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν · κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν .
5.18.5 ἀναγκαζόμενος δὲ ὁ Ἀμύντης ἐκέλευε παρίζειν · πειθομενέων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι , καί κού τις καὶ φιλέειν ἐπειρᾶτο .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.17.1 | Hdt. 5.18.3 (English) | >>Hdt. 5.19.1 |